Thesauros › Literature › Tragedy › Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

←
Ἰφιγένεια ἐν Ταύροις Euripides

Prologos

Ὀρέστης
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
 
ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου
 
μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν,
 
οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —
 
σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός, 85
 
ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
 
λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
 
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
 
λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,
 
κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ 90
 
δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —
 
καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
 
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
 
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ,
 
Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου — 95
 
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
 
ὑψηλά· πότερα δωμάτων προσαμβάσεις
 
ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
 
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —
 
ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας 100
← Önceki Prologos · 5 / 7 Sonraki →