Thesauros › Literature › rhetoric › Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

←
Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
24 τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ· καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου· τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ’ ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας.