Thesauros › Literature › Philosophy › Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

←
Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

7.17 ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλαγωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς οἵους δεῖ.
7.18 οὐχὶ τοῦ σώματός σου κύριός εἰμι; τί οὖν πρὸς ἐμέ; οὐχὶ τοῦ κτησιδίου; τί οὖν πρὸς ἐμέ; οὐχὶ φυγῆς ἢ δεσμῶν; πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς. πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐτὴν ἔχεις.
7.19 τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. — τί οὖν ἔρχῃ ἐπὶ θύρας; — ὅτι καθήκειν ἐμαυτῷ δοκῶ μενούσης τῆς παιδιᾶς συμπαίζειν.
7.20 — πῶς οὖν οὐκ ἀποκλείῃ; — ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελθεῖν, ἀλλʼ ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖττον γὰρ ἡγοῦμαι ὃ ὁ θεὸς θέλει ἢ ὃ ἐγώ. προσκείσομαι διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, συνορέγομαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ τοῖς βιαζομένοις.
7.21 διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλʼ ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγω τί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν; μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπιτροπῇ;
7.22 τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαρριπτεῖ· τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται· οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δʼ ὀστράκια διαρριπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει.