Thesauros › Literature › medicine › Περὶ διαίτης ὀξέων. Νόθα

Περὶ διαίτης ὀξέων. Νόθα

←
Περὶ διαίτης ὀξέων. Νόθα Hippocrates
12 δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ, ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχία στηρίξῃ ὀδύνη.
13 ἐν πυρετῷ χολώδεϊ πρὸ τῆς ἑβδόμης μετὰ ῤίγεος ἴκτερος ἐπιγενόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῤίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.