Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 29

 
ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῶιος
 
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
 
καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
 
φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.