Thesauros › Literature › biography › Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

←
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

1 ἴωμεν ἐς τὸ δικαστήριον ἀκροασόμενοι τοῦ ἀνδρὸς ἀπολογουμένου ὑπὲρ τῆς αἰτίας, ἡλίου γὰρ ἐπιτολαὶ ἤδη καὶ ἀνεῖται τοῖς ἐλλογίμοις ἡ ἐς αὐτὸ πάροδος, τὸν βασιλέα τε οἱ ξυνδιαιτώμενοί φασι μηδὲ σίτου ἅψασθαι, διορῶντα, οἶμαι, τὰ ἐν τῇ δίκῃ· καὶ γάρ τι καὶ βιβλίον πρόχειρον ἔχειν αὐτὸν τὰ μὲν ξὺν ὀργῇ, τὰ δὲ ἧττον. ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθόμενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια.
← 1 / 26 Next →