Thesauros › Literature › biography › Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

←
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

1 ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν καμήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, διʼ ἧς ἐπορεύοντο, εὖ ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνουσιν, ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.
← 1 / 39 Next →