Thesauros › Literature › biography › Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

←
Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
31 Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης, Πύρανδρος ταμίας τῶν δημοσίων ὑπεσπάσατο τὸ μέτρον, φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν. Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης, Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν· ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.